Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.187 Dem. 18.191 (English) >>Dem. 18.194

18.190ἦν μὲν οὖν, ὅπερ εἶπον, ἐκεῖνος καιρὸς τοῦ γε φροντίζοντος ἀνδρὸς τῆς πόλεως καὶ τῶν δικαίων λόγων· ἐγὼ δὲ τοσαύτην ὑπερβολὴν ποιοῦμαι ὥστε, ἂν νῦν ἔχῃ τις δεῖξαί τι βέλτιον, ὅλως εἴ τι ἄλλʼ ἐνῆν πλὴν ὧν ἐγὼ προειλόμην, ἀδικεῖν ὁμολογῶ. εἰ γὰρ ἔσθʼ τι τις νῦν ἑόρακεν, συνήνεγκεν ἂν τότε πραχθέν, τοῦτʼ ἐγώ φημι δεῖν ἐμὲ μὴ λαθεῖν. εἰ δὲ μήτʼ ἔστι μήτʼ ἦν μήτʼ ἂν εἰπεῖν ἔχοι μηδεὶς μηδέπω καὶ τήμερον, τί τὸν σύμβουλον ἐχρῆν ποιεῖν; οὐ τῶν φαινομένων καὶ ἐνόντων τὰ κράτισθʼ ἑλέσθαι; 18.191τοῦτο τοίνυν ἐποίησα, τοῦ κήρυκος ἐρωτῶντος, Αἰσχίνη, “τίς ἀγορεύειν βούλεται,” οὐτίς αἰτιᾶσθαι περὶ τῶν παρεληλυθότων,” οὐδὲτίς ἐγγυᾶσθαι τὰ μέλλοντʼ ἔσεσθαι;” σοῦ δʼ ἀφώνου κατʼ ἐκείνους τοὺς χρόνους ἐν ταῖς ἐκκλησίαις καθημένου, ἐγὼ παριὼν ἔλεγον. ἐπειδὴ δʼ οὐ τότε, ἀλλὰ νῦν δεῖξον. εἰπὲ τίς λόγος, ὅντινʼ ἐχρῆν εὐπορεῖν, καιρὸς συμφέρων ὑπʼ ἐμοῦ παρελείφθη τῇ πόλει; τίς δὲ συμμαχία, τίς πρᾶξις, ἐφʼ ἣν μᾶλλον ἔδει μʼ ἀγαγεῖν τουτουσί;

18.192ἀλλὰ μὴν τὸ μὲν παρεληλυθὸς ἀεὶ παρὰ πᾶσιν ἀφεῖται, καὶ οὐδεὶς περὶ τούτου προτίθησιν οὐδαμοῦ βουλήν· τὸ δὲ μέλλον τὸ παρὸν τὴν τοῦ συμβούλου τάξιν ἀπαιτεῖ. τότε τοίνυν τὰ μὲν ἔμελλεν, ὡς ἐδόκει, τῶν δεινῶν, τὰ δʼ ἤδη παρῆν, ἐν οἷς τὴν προαίρεσίν μου σκόπει τῆς πολιτείας, μὴ τὰ συμβάντα συκοφάντει. τὸ μὲν γὰρ πέρας ὡς ἂν δαίμων βουληθῇ πάντων γίγνεται· δὲ προαίρεσις αὐτὴ τὴν τοῦ συμβούλου διάνοιαν δηλοῖ.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 18.187 Dem. 18.191 (English) >>Dem. 18.194

Powered by PhiloLogic